[ ]
Argeia — Argos — Rom. Imp. period
1 | Τιβ(έριον) ∙ Κλαύδιον Διοδότου |
υἱὸν Διόδοτον, ἀγορανομήσαντα | |
καὶ γραμματεύσαντα, καὶ ἱεροφαντή- | |
σαντα καὶ ἀγωνοθετήσαντα Σεβά- | |
5 | στεια καὶ Νέμεια δικαίως καὶ μεγαλο- |
ψύχως, ὡς ὑπερβαλεῖν τοὺς πρὸ αὐτοῦ | |
πάντας, καὶ μόνον καὶ πρῶτον | |
θέντα ἔλαιον ἔν τε γυμνασίοις καὶ | |
βαλανείοις δούλοις τε καὶ ἐλευθέ- | |
10 | ροις ἀπ’ ἀνατολᾶς ἁλίου ἄχρι δύσεως |
θύσαντά τε καὶ τῷ Διὶ τῷ Νεμείῳ ἑκα- | |
τόνβαν πρῶτον καὶ μόνον, Ῥωμ[αῖ]- | |
οι οἱ ἐν Ἄργει κατοι[κ]οῦντ[ες τ]ὸν ἐ[πιτ]- | |
ρόπων εὐεργέταν καὶ ἐκ πάππων ἀ- | |
15 | γωνοθέταν, ᾧ καὶ ἐψαφίσαντο τὰς Περ- |
σέος καὶ Ἡρακλέος τειμὰς καὶ χρυσοφο- | |
ρίαν μετὰ πορφύρας διὰ βίου. | |
vacat |