[ ]
Argeia — Argos — Rom. Imp. period
| 1 | Τιβ(έριον) ∙ Κλαύδιον Διοδότου |
| υἱὸν Διόδοτον, ἀγορανομήσαντα | |
| καὶ γραμματεύσαντα, καὶ ἱεροφαντή- | |
| σαντα καὶ ἀγωνοθετήσαντα Σεβά- | |
| 5 | στεια καὶ Νέμεια δικαίως καὶ μεγαλο- |
| ψύχως, ὡς ὑπερβαλεῖν τοὺς πρὸ αὐτοῦ | |
| πάντας, καὶ μόνον καὶ πρῶτον | |
| θέντα ἔλαιον ἔν τε γυμνασίοις καὶ | |
| βαλανείοις δούλοις τε καὶ ἐλευθέ- | |
| 10 | ροις ἀπ’ ἀνατολᾶς ἁλίου ἄχρι δύσεως |
| θύσαντά τε καὶ τῷ Διὶ τῷ Νεμείῳ ἑκα- | |
| τόνβαν πρῶτον καὶ μόνον, Ῥωμ[αῖ]- | |
| οι οἱ ἐν Ἄργει κατοι[κ]οῦντ[ες τ]ὸν ἐ[πιτ]- | |
| ρόπων εὐεργέταν καὶ ἐκ πάππων ἀ- | |
| 15 | γωνοθέταν, ᾧ καὶ ἐψαφίσαντο τὰς Περ- |
| σέος καὶ Ἡρακλέος τειμὰς καὶ χρυσοφο- | |
| ρίαν μετὰ πορφύρας διὰ βίου. | |
| vacat |