CIG 4377[2] CIG 4377
[ ] Pisid. — Sagalassos (Ağlasun) — 4th c. AD — GVI 913a — IGR 3.362
1 πάντη μὲν κῦ̣δος Τερτύλλου [πρίν ποτ’ ἀγαστόν]
  ἔκ τε σοφῶν ἔργων ἔκ τε ἀγαθῶν πατέρω[ν].
νῦν δ’ ἔτι που καὶ μᾶλλον, ἀρηιφίλων ὅτε φωτ[ῶν]
  τόσσην ἐν σταδίοις ἐστόρ̣εσεν στρατι[ήν],
5 ἄρκτο̣υς πορδά[λι]άς τε κατέκ̣τανεν ἠδὲ λέ[οντας],
  σ̣φῶν κτεάνων πάτρην πρεσβυτέρην θέμενο[ς]·
τῷ μετὰ κ̣λεινὸν Ἄρην ἐναγ̣ώνιός ἐστι καὶ̣ Ἑρμ[ῆς],
  νείκην πορσύνων ἀνδράσιν ἀθλοφόροις.
τοὔνεκα καὶ βασιλῆες ἐπιστέλλειν ἐπένευ[σαν],
10   αἱ δ’ ἀρεταὶ τούτου καὶ προγ̣όνων πλέον[ες].
σῆμα δέ, κεἰ τέχνα Φρύγιον λίθον ἔργῳ ἐλέ[γχει],
  ψεύδεται· ἐγ γαίης τῆσδε πέφυκε λίθος.
Search Help
Contact Us