[ ] Pisid. — Sagalassos (Ağlasun) — IGR 3.362
1 πάντη μὲν κ[ῦ]δος Τερτύλλου [πρίν ποτ’ ἀγαστὸν]
  ἔκ τε σοφῶν ἔργων ἔκ τε ἀγαθῶν πατέρω[ν]·
νῦν δ’ ἔτι που καὶ μᾶλλον, ἀρηιφίλων ὅτε φωτ[ῶν]
  τόσσην ἐν σταδίοις ἐστό[ρ]εσεν στρατι[ήν],
5 ἄρκτ[ο]υς πορδά[λι]άς τε κατέ[κ]τανεν ἠ[δ]ὲ λέ[οντας],
[σ]φῶν κτεάνων πάτρην πρ[ε]σβυτέρην θέμενο[ς]·
τῷ μετὰ [κ]λεινὸν Ἄρην ἐνα[γ]ώνιός ἐστι κα[ὶ] Ἑρμ[ῆς],
  νείκην πορσύνων· ἀνδράσιν ἀθλοφόροις.
τοὔνεκα καὶ βασιλῆες ἐπιστέλλειν ἐπένευ[σαν],
10   αἱ δ’ ἀρεταὶ τούτου καὶ προ[γ]όνων πλέον[ες].
σῆμα δὲ, κεἰ τέχν[α] Φρύ[γι]ον λίθον ἔργῳ ἐλέ[γχει],
  ψεύδεται· ἐγγα[ί]ης τῆσδε πέφυκε λίθος.
Search Help
Contact Us