[ ]
Pisid. — Takina (Yarışlı) — 202-203 AD? — CIG 3956b, LBW 1700 — JHS 8.1887.231,12 — IGR 4.881
| 1 | [ὑπὲρ σωτηρ]ίας καὶ [νείκης κ]αὶ [αἰων]ίου διαμονῆς τῶν μεγίστων καὶ ἀ[νεικήτ]ων Αὐτοκρατόρων |
| [Λουκίου Σεπτιμίου] Σεουήρο[υ καὶ] Μ. Αὐρ. Ἀντωνείνου [καὶ] | |
| Νέας Ἥρας Ἰουλίας 〚καὶ Π. Σεπτιμίου Γέτα — — —c.55— — —〛 καὶ τοῦ | |
| σύνπαντος οἴκου τῶν Σεβαστῶν καὶ ἱερᾶς συνκλήτου καὶ δήμου τοῦ Ῥωμαίων ἐπὶ ἀνθυπάτου τοῦ λαμπροτάτου | |
| 5 | Ταρίου Τιτιάνου· τῇ γλυκυτάτῃ πατρίδι τῷ Τακινέων δήμῳ μετὰ πάσας ἀρχάς τε καὶ λειτουργίας καὶ διαποντίου[ς] |
| πρεσβείας ἃς ἤνυσεν ἐπὶ θεοῦ Κομμόδου, Τρύφων Ἀπολλωνίδου ὑποσχόμενος ἀπὸ προικὸς Ἰάδος θυγα- | |
| τρὸς ἰδίας ἡρω[ίδ]ος, καὶ προσφιλοτειμησάμενος μετὰ τῆς γυναικὸς Ἄμμας Δαοῦ καὶ εἰς τὸν Βασιλῶ τῆς | |
| θυγατρὸς α[ὐτ]ῶν λό<γ>ον ἐπὶ τῷ καὶ αὐτὰς διὰ βίου μετέχειν ἐκτελέσ<ας> τὸ βαλανεῖον παρέδωκεν. |