[ ] Argeia — Argos — Roman period
1 Ὀνησίφορον Ὀ-
νησιφόρου ἀγων[ο]-
θετήσαντα Ἡραῖα καὶ Ν̣[έ]-
μεια σεμνῶς καὶ δικαί-
5 ως καὶ μεγαλοψύχως ἑσ-
τιάσαντά τε πανδημεὶ πάν-
τ<α>ς ἐλευθέρους καθ’ ἕκα-
στον ἀγῶνα ἐπὶ ἡμέρας
δύω καὶ δόντα ἐπὶ δὶς
10 τοῖς μὲν πολείταις κα-
τ’ ἄνδρα δην(άρια) δʹ, τοῖς δὲ
λοιποῖς ἐλευθέροις ἀν[ὰ]
δην(άρια) βʹ, τό τε ἔλαιον θέντ[α]
ἐν παντὶ γυμνασίῳ
15 καὶ βαλανείῳ ἀδεῶς
ἀπὸ πρωΐας ἄχρι ἡλίου
δύσεως παντὶ ἐλευ-
θέρῳ καὶ δούλῳ ἐκ τῶν ἰ-
δίων ἡ φυλὴ τῶν Π[αμφυ]-
20             λ[ᾶν].
Search Help