[ ]
Pisid. — Ariassos (Bademağacı, S. of) — BCH 16.1892.427,58 — Rob., Ét.anat. 378-382 cf. — IGR 3.422
1 | ἀρχιερεὺς τῶν Σεβαστῶν Διότειμος |
Σάμου ἄρχουσι τῆς κρατίστης, Ἀριασσέ- | |
ων πόλεως, τῆς γλυκυτάτης πατρίδος | |
μου, καὶ τῇ βουλῇ καὶ τῷ δήμῳ, χαίρειν. | |
5 | καὶ πρότερον μὲν τὴν προαίρεσιν τὴν ἐμὴν, |
ἣν ἔχω πρὸς τὴν πατρίδα, φανερὰν ἐποίησα | |
ἐξ ὧν ἐπὶ τῆς βουλῆς εἶπον, καὶ νῦν δὲ, | |
ὑπὲρ τοῦ μὴ ἀμάρτυρόν τι ἢ ἄγραφον ε[ἶναι] | |
μοῦ τὴν ὑπόσχεσιν διὰ τῆς ἐπιστολῆς ταύτ[ης] | |
10 | δηλῶ, ὅπως ἥ τε πᾶσα μου δωρεὰ καὶ ἡ αἵρ[εσ]ις, ἐφ’ [ἧς] |
δίδωμι, ἣν φυλαχθῆναι διὰ παντὸς ἀξιῶ, φανερὰ τυνχ[άνῃ]. | |
δίδημι {²⁶δίδωμι}²⁶ δὴ καὶ χ<α>ρίζομαι {²⁷Rob.; χωρίζομαι BCH}²⁷ τῇ γλυκυτάτῃ πατρίδι μου | |
κτῆσιν μου [ἐ]νοῦσαν τόπῳ Παυνάλλοις, ἐν ὑπερ[ορί]- | |
οις, ἐν τε ἀμπελικοῖς καὶ σειτοσπόροις, πεδε[ι]- | |
15 | νοῖς τε καὶ ὀρεινοῖς, καὶ τοῖς ἐποικίοις, πᾶ- |
σαν, ὥς ἐστιν, μηδενὸς ὑφ[ῃ]ρημένου. τῆς κτή- | |
σεως, ὡς καὶ τότε ἐπὶ τῆς βουλῆς εἶπον, τὴν χρ[είαν] | |
καὶ τὴν καρπείαν ἕξω ἐγὼ παρὰ τὸν τῆς ζωῆς χρό- | |
νον· ὑπὲρ δὲ τοῦ μὴ δοκεῖν ἀπροσοδίαστον | |
20 | τὴν δωρεάν μου τῇ πόλει καὶ παρὰ τὸν τῆς ζωῆς |
μου χρόνον τυγχάνειν, τελέσω, οὐχ ὡς πρότε- | |
ρον ἐπὶ τῆς βουλῆς εἶπον, ἀπὸ τοῦ τρίτου τῆς | |
ἀρχιερωσύνης ἔτους ἀλλὰ ἀπὸ τοῦ ἔ[τους πρώ]- | |
[τ]ου, καὶ αὐτοῦ 〚[δήναρια — {²number}² — ἅτινα]〛 | |
25 | χωρήσει εἰς ἐλεοθέσιον χρόνου οὗ ἐξαρκὲς |
— — — |