[ ] Pisid. — Ariassos (Bademağacı, S. of) — BCH 16.1892.427,58 — Rob., Ét.anat. 378-382 cf. — IGR 3.422
1 ἀρχιερεὺς τῶν Σεβαστῶν Διότειμος
Σάμου ἄρχουσι τῆς κρατίστης, Ἀριασσέ-
ων πόλεως, τῆς γλυκυτάτης πατρίδος
μου, καὶ τῇ βουλῇ καὶ τῷ δήμῳ, χαίρειν.
5 καὶ πρότερον μὲν τὴν προαίρεσιν τὴν ἐμὴν,
ἣν ἔχω πρὸς τὴν πατρίδα, φανερὰν ἐποίησα
ἐξ ὧν ἐπὶ τῆς βουλῆς εἶπον, καὶ νῦν δὲ,
ὑπὲρ τοῦ μὴ ἀμάρτυρόν τι ἢ ἄγραφον ε[ἶναι]
μοῦ τὴν ὑπόσχεσιν διὰ τῆς ἐπιστολῆς ταύτ[ης]
10 δηλῶ, ὅπως ἥ τε πᾶσα μου δωρεὰ καὶ ἡ αἵρ[εσ]ις, ἐφ’ [ἧς]
δίδωμι, ἣν φυλαχθῆναι διὰ παντὸς ἀξιῶ, φανερὰ τυνχ[άνῃ].
δίδημι {²⁶δίδωμι}²⁶ δὴ καὶ χ<α>ρίζομαι {²⁷Rob.; χωρίζομαι BCH}²⁷ τῇ γλυκυτάτῃ πατρίδι μου
κτῆσιν μου [ἐ]νοῦσαν τόπῳ Παυνάλλοις, ἐν ὑπερ[ορί]-
οις, ἐν τε ἀμπελικοῖς καὶ σειτοσπόροις, πεδε]-
15 νοῖς τε καὶ ὀρεινοῖς, καὶ τοῖς ἐποικίοις, πᾶ-
σαν, ὥς ἐστιν, μηδενὸς ὑφ[ῃ]ρημένου. τῆς κτή-
σεως, ὡς καὶ τότε ἐπὶ τῆς βουλῆς εἶπον, τὴν χρ[είαν]
καὶ τὴν καρπείαν ἕξω ἐγὼ παρὰ τὸν τῆς ζωῆς χρό-
νον· ὑπὲρ δὲ τοῦ μὴ δοκεῖν ἀπροσοδίαστον
20 τὴν δωρεάν μου τῇ πόλει καὶ παρὰ τὸν τῆς ζωῆς
μου χρόνον τυγχάνειν, τελέσω, οὐχ ὡς πρότε-
ρον ἐπὶ τῆς βουλῆς εἶπον, ἀπὸ τοῦ τρίτου τῆς
ἀρχιερωσύνης ἔτους ἀλλὰ ἀπὸ τοῦ ἔ[τους πρώ]-
[τ]ου, καὶ αὐτοῦ 〚[δήναρια — {²number}² — ἅτινα]
25 χωρήσει εἰς ἐλεοθέσιον χρόνου οὗ ἐξαρκὲς
— — —
Search Help
Contact Us