[ ]
Pisid. — Ariassos (Bademağacı, S. of) — BCH 16.1892.427,58 — Rob., Ét.anat. 378-382 cf. — IGR 3.422
| 1 | ἀρχιερεὺς τῶν Σεβαστῶν Διότειμος |
| Σάμου ἄρχουσι τῆς κρατίστης, Ἀριασσέ- | |
| ων πόλεως, τῆς γλυκυτάτης πατρίδος | |
| μου, καὶ τῇ βουλῇ καὶ τῷ δήμῳ, χαίρειν. | |
| 5 | καὶ πρότερον μὲν τὴν προαίρεσιν τὴν ἐμὴν, |
| ἣν ἔχω πρὸς τὴν πατρίδα, φανερὰν ἐποίησα | |
| ἐξ ὧν ἐπὶ τῆς βουλῆς εἶπον, καὶ νῦν δὲ, | |
| ὑπὲρ τοῦ μὴ ἀμάρτυρόν τι ἢ ἄγραφον ε[ἶναι] | |
| μοῦ τὴν ὑπόσχεσιν διὰ τῆς ἐπιστολῆς ταύτ[ης] | |
| 10 | δηλῶ, ὅπως ἥ τε πᾶσα μου δωρεὰ καὶ ἡ αἵρ[εσ]ις, ἐφ’ [ἧς] |
| δίδωμι, ἣν φυλαχθῆναι διὰ παντὸς ἀξιῶ, φανερὰ τυνχ[άνῃ]. | |
| δίδημι {²⁶δίδωμι}²⁶ δὴ καὶ χ<α>ρίζομαι {²⁷Rob.; χωρίζομαι BCH}²⁷ τῇ γλυκυτάτῃ πατρίδι μου | |
| κτῆσιν μου [ἐ]νοῦσαν τόπῳ Παυνάλλοις, ἐν ὑπερ[ορί]- | |
| οις, ἐν τε ἀμπελικοῖς καὶ σειτοσπόροις, πεδε[ι]- | |
| 15 | νοῖς τε καὶ ὀρεινοῖς, καὶ τοῖς ἐποικίοις, πᾶ- |
| σαν, ὥς ἐστιν, μηδενὸς ὑφ[ῃ]ρημένου. τῆς κτή- | |
| σεως, ὡς καὶ τότε ἐπὶ τῆς βουλῆς εἶπον, τὴν χρ[είαν] | |
| καὶ τὴν καρπείαν ἕξω ἐγὼ παρὰ τὸν τῆς ζωῆς χρό- | |
| νον· ὑπὲρ δὲ τοῦ μὴ δοκεῖν ἀπροσοδίαστον | |
| 20 | τὴν δωρεάν μου τῇ πόλει καὶ παρὰ τὸν τῆς ζωῆς |
| μου χρόνον τυγχάνειν, τελέσω, οὐχ ὡς πρότε- | |
| ρον ἐπὶ τῆς βουλῆς εἶπον, ἀπὸ τοῦ τρίτου τῆς | |
| ἀρχιερωσύνης ἔτους ἀλλὰ ἀπὸ τοῦ ἔ[τους πρώ]- | |
| [τ]ου, καὶ αὐτοῦ 〚[δήναρια — {²number}² — ἅτινα]〛 | |
| 25 | χωρήσει εἰς ἐλεοθέσιον χρόνου οὗ ἐξαρκὲς |
| — — — |