[ ]
Argeia — Argos — 130-138 AD
1 | ἁ πόλις ἁ τῶν Ἀργεί- |
ων Τ(ίτον) Στατίλιον Λαμ- | |
πρίου ὑὸν Τιμοκράτη | |
Μεμμιανόν, Περσέος καὶ | |
5 | Διοσκούρων ἀπόγονον, |
τὸν ἑλλαδάρχαν καὶ ἀρχι- | |
ερέα διὰ βίου τῶν Ἑλλάνων, | |
στρατηγήσαντα τῶν Ἀχαι- | |
ῶν 〚—〛 γ̣ʹ, ἀγωνοθέταν Ἡραί- | |
10 | ων καὶ Νεμείων καὶ Σεβα- |
στείων καὶ Νεμείων καὶ Ἀν- | |
τινοείων ἐν Ἄργει καὶ Ἀν- | |
τινοείων ἐν Μαντινείᾳ | |
καὶ Ἀσκλαπείων ἐν Ἐπι- | |
15 | δαύρῳ, καὶ ἀμφικτύονα καὶ |
ἑλλαδάρχαν ἀμφικτυόνων | |
καὶ Πανέλληνα καὶ ἑλληνο- | |
ταμίαν καὶ ἀγορανομήσαντα | |
καὶ στρατηγήσαντα τρὶς καὶ τα- | |
20 | μιεύσαντα καὶ πρεσβεύσαν- |
τα ὑπέρ τε τᾶς πατρίδος | |
καὶ τῶν Ἑλλάνων πρός τε | |
τὰν σύνκλητον καὶ πρὸς βα- | |
σιλέας καὶ τὰ ἄλλα καὶ λό{γο}- | |
25 | γοις {²⁶λόγοις}²⁶ καὶ ἔργοις πολειτευσά- |
μενον ἄριστα καὶ φιλοτειμό- | |
τατα, ἀρετᾶς ἕνεκα. |