[ ]
Argeia — Argos — ca. 331-307 BC
| 1 | μ̣ατρ[όπο]λ̣ίς μοι χθὼν Πέλοπος τὸ Πελαζγικὸν Ἄργος, |
| Πνυταγόρας δὲ πατὴρ Αἰάκου ἐκ γενεᾶς· | |
| εἰμὶ δὲ Νικοκρέων, θρέψεν δέ με γᾶ περίκλυστος | |
| Κύπρος θειοτάτων ἐκ προγόνων βασιλῆ, | |
| 5 | στᾶσαν δ’ Ἀργεῖοί με χάριν χαλκοῖο τίοντες, |
| Ἥραι ὃν εἰς ἔροτιν πέμπον̣ [ἄε]θλα νέοις. |