[ ]
Pisid. — Termessos (Güllük Dağı)
1 | [․․․․․․]νους ἐχρῆν ἄ̣λοχόν τε [— — — — — — —] |
παῖδάς τε ἀμφοτέρους Ἀγαθήμερον Ἑρμε͂ον ἔνθα | |
ἐξεῖναι θάπτεσθε μόνους, ἕτερον δέ τ̣ιν’ οὐχί· | |
ἢ δώσει ταμίω δηνάρια χείλια τριπλᾶ | |
5 | ἀργυρίου, παντὸς διελένχειν τοῦτο θέλοντος· |
καὶ πρὸς τοῖς ἔσται τυμβωρύχος ἄλλον ὁ θάψας | |
πατρὸς̣ ἑοῦ βουλῆ Ἀγαθημέρου τοῦ προταφέντ<ος> | |
καὶ μητρὸς μάμης Αρτεμειτος Πυθιάδος τε. |