[ ] Pisid. — Termessos (Güllük Dağı)
1  Αὐρ(ήλιος) Χρυσόγονος Εὐδαίμονος τὴν σωμ[α]-
 τοθήκην ἑαυτῶ μόνω· ἑτέρω δὲ οὐκ ἐξ̣έσται
ἐπιθάψ̣αι ἢ μεταστῆσαι ἀπὸ τοῦ βωμοῦ, ἐπεὶ
 τῶ πειράσαντι μήτε γῆ βατὴ μήτε θάλασσα
5       πλωτὴ μήτε τέκνω̣ν ὄνη[σ]ις.
Search Help
Contact Us