[ ] Pisid. — Termessos (Güllük Dağı)
1 [Παντοδαπ]οῦ κόσμ̣ο̣υ [τὸν ἀγά]-
[κλυ]τ̣ον ἀρ̣γυροτέχνην
[Χρ]ήσιμον ἐκ Θυρίης
ἐ̣λ̣θόντα με σύν τε
5 [γ]υναικὶ παισί θ’ [ὁ]-
μ̣οῦ τέχνη τ’ ἀνὰ
ἄ̣στυ με κυδιόων̣-
[τ]α̣ Μοῖρ’ ἕλε βασκή-
ν̣ασ’, ἱερὴ δέ με δακρ[ύ]-
10 σασα γαῖα φίλη
τῶδ’ ἀμφιχύτω
ὑπὸ σήματι κεύ-
θει. μνήμη ἐν
θανάτω στήλης·
15 μούνην δὲ γυνα[ῖ]-
κα κεύθοι ἔπειτ’·
ἄλλοισι δ’ ἀπει-
ρήσθω πολιήταις.
Search Help
Contact Us