[ ]
Pisid. — Termessos (Güllük Dağı)
1 | τὸν λιγυρὸν Μουσῶν τε φίλον σορὸ<ς> ἥδ’ ἐνικεύθε̣ι Ἑρμαῖον, ὅς ῥα Μολειτος υἱὸς πέλε |
Κενδεοιο· τὴν θήκην δ’ ἔτευξα Κόνω̣ν̣, τεὸς ὢν φίλιος παῖς, [ἢν δὲ] καὶ αὐτὸς ἐγὼ βιότου φάος, | |
ὅν̣ ῥ̣’ ἐπέ̣κ̣[λ]ω̣σε Μοῖρ’, οἶκόν [τ]ε̣ λ̣ι̣π[ὼ]ν χ̣ώ̣ρ̣ην̣ ν̣ε̣κ̣[ύω]ν̣ [ἐπι]β̣[είω], [α]ὐ̣τῶ̣ [μοι], κ̣ὲ [․․․․․․․․ κὲ Αρτ]εμ̣ειδι, μ̣ού̣ ῥ̣α̣ γ[υ]ν̣[αι]κί, θ̣[υ]γα̣τ̣ρ̣ὶ Ἑρ̣[μα(?)]ίο̣[υ] Μ̣ε̣ιδ̣ιανοῖο, | |
ξύν τε ἐμοὶ φιλίω καὶ υἱεῖ μούνω Θόαντι. μούνους ἡμέας ἥδε σορὸς δέξι- | |
5 | τε θανόντας· οὐδενὶ δ’ ἐξέσται μερόπων τινὰ̣ τῆδ’ ἐνὶ |
θήκη ἄλλον ἐπενθάψαι βροτέων κα̣τατεθνηῶτα | |
οὐδ̣ὲ πα̣ρα̣σ̣τῆσαι | |
σορὸν σορῶ τῆ- | |
δέ τινα ἄλλην· | |
10 | ἢν δέ τις εὔτολμ̣[ο]ς |
μερόπων πα̣ρὰ̣ τα̣ῦ- | |
τά τι πράξη, δώ- | |
σει πρόστειμον | |
δραχμῶν φίσκω | |
15 | δ̣ι̣τάλαντον. |