[ ] Pisid. — Termessos (Güllük Dağı)
1 τὸν λιγυρὸν Μουσῶν τε φίλον σορὸ<ς> ἥδ’ ἐνικεύθε̣ι Ἑρμαῖον, ὅς ῥα Μολειτος υἱὸς πέλε
Κενδεοιο· τὴν θήκην δ’ ἔτευξα Κόνω̣ν̣, τεὸς ὢν φίλιος παῖς, [ἢν δὲ] καὶ αὐτὸς ἐγὼ βιότου φάος,
ὅν̣ ῥ̣’ ἐπέ̣κ̣[λ]ω̣σε Μοῖρ’, οἶκόν [τ]ε̣ λ̣ι̣π[ὼ]ν χ̣ώ̣ρ̣ην̣ ν̣ε̣κ̣[ύω]ν̣ [ἐπι]β̣[είω], [α]ὐ̣τῶ̣ [μοι], κ̣ὲ [․․․․․․․․ κὲ Αρτ]εμ̣ειδι, μ̣ού̣ ῥ̣α̣ γ[υ]ν̣[αι]κί, θ̣[υ]γα̣τ̣ρ̣ὶ Ἑρ̣[μα(?)]ίο̣[υ] Μ̣ε̣ιδ̣ιανοῖο,
ξύν τε ἐμοὶ φιλίω καὶ υἱεῖ μούνω Θόαντι. μούνους ἡμέας ἥδε σορὸς δέξι-
5 τε θανόντας· οὐδενὶ δ’ ἐξέσται μερόπων τινὰ̣ τῆδ’ ἐνὶ
θήκη ἄλλον ἐπενθάψαι βροτέων κα̣τατεθνηῶτα
οὐδ̣ὲ πα̣ρα̣σ̣τῆσαι
σορὸν σορῶ τῆ-
δέ τινα ἄλλην·
10 ἢν δέ τις εὔτολμ̣[ο]ς
μερόπων πα̣ρὰ̣ τα̣ῦ-
τά τι πράξη, δώ-
σει πρόστειμον
δραχμῶν φίσκω
15 δ̣ι̣τάλαντον.
Search Help
Contact Us