[ ] Pisid. — Termessos (Güllük Dağı)
1   ἱερεὺς θεᾶς Ῥώμης διὰ βίου Τροκονδας Μα-
σαντος Ἑρμαίου ὁ καὶ Διότειμος τὴν σωματοθήκην
           κατασκεύασεν ἑαυτῶ
           μόνω σὺν καὶ τῶ ἡρωείω
5            ἐπὶ τῶ μηδενὶ ἐξεῖναι
           ἀνῦξαι μετ’ αὐτὸν τὴν
           θήκην, ἐπεὶ ὁ πειράσας
           ἐκτείσει Διὶ Σολυμεῖ
              δραχμὰς ͵η.
Search Help
Contact Us