[ ] Pisid. — Termessos (Güllük Dağı)
1 Τελάμω̣ν Χαρίτωνος τὴν θή-
κην ἑαυτῷ κ̣αὶ Αρμα̣στα, τῆ
γυ(ναικί), καὶ Τελάμωνι, τῶ υἱῶ· οὐ-
κ ἐξ̣έσται δὲ οὐδενὶ μετ’ αὐ-
5 τοὺς ἕτερον ἐν αὐτῆ θά-
ψαι, ἐπεὶ ἐκτείσει τῆ ἱερᾶ
βουλῆ (δην.) ͵β καὶ ἔνοχος ἔσ-
ται τῆ εἰς τοὺς κατοιχομέ-
      νους ἀσεβεία.
Search Help
Contact Us