[ ] Pisid. — Termessos (Güllük Dağı)
1 Σύρος γʹ, ὐκέτης κληρονόμων τῆς̣ γε̣νομέν̣η̣[ς]
Αὐρ(ηλίας) Περικλείας, θυ(γατρὸς) Αὐρ(ηλίου) Περικλέ[ο]υς Ἑρ̣(μαίου) Κ̣ε̣[υ]α̣, ἐφέσει τῶ̣ν δεσ-
ποτῶν τὴν σωματοθήκη̣ν ἑαυ[τ]ῶ καὶ τῆ γυναικὶ αὐτοῦ
Παμφυλία καὶ τῆ θυγατρὶ αὐ[τοῦ Ἀ]γοράστη καὶ τῶ ἀν-
5 δρὶ τῆς θυγατρὸς Κα̣λ̣[ο]κ̣[έρω?] καὶ τῶ προενόντι ἀνεψιῶ
αὐτοῦ Τροκονδα· [ἕτερος] δ̣ὲ̣ ο[ὐ]δ̣[ε]ς ἄλλο̣ ἐν αὐ̣τ̣ῆ̣ θήσει
πτῶ̣μα, ἐπεὶ ὁ τολμήσας [ἔ]νοχος ἔσται ἐνκλήματι τ[υ]μβ[ωρ]υ-
χίας καὶ ἀραῖς ταῖς ε̣[ἰ]ς τοὺ̣[ς] κατυχομένους.
Search Help
Contact Us