[ ] Pisid. — Termessos (Güllük Dağı)
1 Σύρος ὁ καὶ Πολέμων Ἀπελλείνου Πολέμωνος, γρ(αμματεὺς) [χ]ρ̣(εωφυλάκων) καὶ θεσμοφυλάκων,
κατέστησεν τὴν σωματοθήκην ἑαυτῶ καὶ τῆ γυ(ναικὶ) αὐτοῦ Αὐρ(ηλία) Ἀτ̣ταλοῦ τῆ̣ καὶ
Πυθιάδι Τροφίμ̣ου καὶ Σύρ̣ω δὶς τῶ καὶ Πολέ<μω>νι, τῶ προμοίρω αὐτῶν υἱῶ, μόνοις·
  ἑτέρω δὲ οὐδενὶ ἐξ̣έσται ἐπιθάψαι τινά, ἐπεὶ ἐκτείσει προστείμου ὀνόμα̣τι
5   τῶ ἱερ̣ωτάτω ταμείω (δην.) τρισμύρια καὶ Διὶ Σολυμεῖ (δην.) τρισμύρια καὶ οὐδὲν̣
                               ἧσσον ἐν-
                               σχεθήσε-
                               ται τῆ εἰς
                               τοὺς κατε-
10                                χομένους
                                θεοὺς
                               ἀσεβεία.
Search Help
Contact Us