[ ]
Pisid. — Termessos (Güllük Dağı)
| 1 | Κλ(αύδιος) Στροβείλιος, ἀ̣πε(λεύθερος) Τι(βερίας) Κλ(αυδίας) Τειμοδώρης, θυ(γατρὸς) Τι(βερίου) Κλ(αυδίου) Τειμοδώρου, |
| τὴν σω ματοθήκην ἑαυτῶ μόνω· τὸ δὲ μετὰ τοῦτο | |
| προαγορεύε̣ι μηδενὶ ἐξὸν εἶναι ἐπιθάψαι ἕτερον πτῶμα | |
| ἢ ἀνῦ̣ξαι κατά τινα τρόπον, ἐπεὶ ὁ τολμήσας ἔνοχος ἔσται | |
| 5 | ἐνκλήματι τυμβωρυχίας καὶ ἐνσχεθήσεται ἀραῖς ταῖς εἰς |
| τοὺς κατοιχομένους. |