[ ] Pisid. — Termessos (Güllük Dağı)
1 Στέφανος Κοττεους, ἀπε(λεύθερος) Να-
νης Ὀρθαγόρου καὶ πά(ροικος), τὴν σω-
    ματοθήκην ἑαυτῶ
    καὶ τῆ θυγατρὶ αὐτοῦ
5     Ναννηλει καὶ τῶ γαμ-
    βρῶ αὐτοῦ Διογένη
    Χρυσάνθου· ἑτέρω
    δὲ μηδενὶ ἐξεῖναι ἕτε-
    ρον πτῶμα ἐνθεῖνε,
10 ἐπεὶ ὁ πειράσας ἐκτείσει τῆ πό-
      λει (δην.) ͵αφʹ.
Search Help
Contact Us