[ ] Pisid. — Termessos (Güllük Dağı)
1                   Ζμάραγδος Μολε-
                ους τὴν σωματο-
                θήκην ἑαυτῶ καὶ τῆ
                γ̣[υ]ναικὶ Αρτεμει·
5                 ἄλλω δὲ οὐδενὶ ἐξέσται
                ἀνῦξαι ἢ ἕτερον σῶμα ἐπι-
                θάψαι, ἐπεὶ ὁ πειράσας ἐκτεί-
σει τῆ ἱερᾶ βουλῆ (δην.) ͵β, παντὸς ἔχοντος ἐξουσίαν
             εἰσπράσειν ἐπὶ τῶ ἡμίσει.
Search Help
Contact Us