[ ] Pisid. — Termessos (Güllük Dağı)
1 Σανδα, Ἑρμαίου Ποτάμωνος θυγάτηρ, χήρα, τὴν θήκην σὺν καὶ τῶ περικειμένω
τῆς ψαλίδος κόσμω ἑαυτῆ, ἐφ’ ὧ οὐκ ἐξέσται οὐδενὶ ἀνοῖξαι τὴν θήκην μετὰ τὴν
κηδείαν αὐτῆς οὐδ’ ἀποθέσθαι τι πτῶμα ἐν αὐτῆ, ἐπεὶ ὁ πειράσας ἐκτείσει
τῶ δήμω δηνάρια μύρια, παντὸς ἔχοντος ἐξουσίαν ἐγδικεῖν ἐπὶ τῶ τρίτω καὶ
5                         πᾶς δὲ ὁ παρατυχὼν
                        ἐξουσίαν ἕξει κωλύειν
                           ἀνυπεύθυνος.
                    ἡ δὲ σημείωσις αὕτη ἐγένετο καὶ
                    διὰ χρεοφυλακίου πρ(οβούλου)
10                     Οπλεους τρὶς Πιλλακο<ο>υ Μανη-
                    σου, μη(νὸς) Θεσμοφορίου ιδʹ.
Search Help