[ ]
Pisid. — Termessos (Güllük Dağı)
1 | Αὐρηλία Οπλητιανὴ Περίκλια, αὐτεξούσιος τέ- |
κνων δικαίω, κατεσκεύασεν τὸ ἡρῶον τῶ τε γενομένω ἀνδρὶ | |
αὐτῆς Μ(άρκω) Αὐρ(ηλίω) Πλάτωνι δὶς Ποπλίου Αἰλίου Πλάτωνος καὶ ἑαυτῆ· ἔθε- | |
το δὲ καὶ πρόρησιν, ὥστε μετὰ τὴν ταφὴν αὐτῆς μήτε τὴν σωματοθήκην ἀνῦ- | |
5 | ξαι μήτε ἐπιθάψαι τινὰ μήτε ἑτέραν σωματοθήκην ἀποθεῖναι ἐν τῶ ἡρώω μή- |
τε ἔνπροσθεν κατὰ τὴν βασιλικὴν μήτε ἐκ πλεύρου μήτε κατὰ νῶτον, | |
ἐπεὶ ὁ πειράσας τούτων τι πρᾶξαι ἐκτείσει τῶ ἱερωτάτω τα- | |
μείω (δην.) μυριάδας δύο καὶ τῶ δήμω τῶ Τερμησέων (δην.) μυριάδας δύο. |