[ ] Pisid. — Termessos (Güllük Dağı)
1 Αὐρηλία Οπλητιανὴ Περίκλια, αὐτεξούσιος τέ-
κνων δικαίω, κατεσκεύασεν τὸ ἡρῶον τῶ τε γενομένω ἀνδρὶ
αὐτῆς Μ(άρκω) Αὐρ(ηλίω) Πλάτωνι δὶς Ποπλίου Αἰλίου Πλάτωνος καὶ ἑαυτῆ· ἔθε-
το δὲ καὶ πρόρησιν, ὥστε μετὰ τὴν ταφὴν αὐτῆς μήτε τὴν σωματοθήκην ἀνῦ-
5 ξαι μήτε ἐπιθάψαι τινὰ μήτε ἑτέραν σωματοθήκην ἀποθεῖναι ἐν τῶ ἡρώω μή-
τε ἔνπροσθεν κατὰ τὴν βασιλικὴν μήτε ἐκ πλεύρου μήτε κατὰ νῶτον,
ἐπεὶ ὁ πειράσας τούτων τι πρᾶξαι ἐκτείσει τῶ ἱερωτάτω τα-
μείω (δην.) μυριάδας δύο καὶ τῶ δήμω τῶ Τερμησέων (δην.) μυριάδας δύο.
Search Help
Contact Us