[ ] Pisid. — Termessos (Güllük Dağı)
1 Αὐρ(ηλία) Παυλεῖνα τὴν σωματοθήκην ἑαυτῆ καὶ τῶ προενόντι
  αὐτῆς ἀνδρὶ ἱερεῖ Αὐρ(ηλίω) Χρυσογόνω Ἑρ[μαί]ο̣υ Πάτρου
                    καὶ τῶ προενόν-
                    τι αὐτῆς ἀνεψιῶ Ἑρμῆ·
5                     ἑτέρω δὲ οὐδενὶ
                    ἐξέσται ἀνῦξαι ἢ ἐ-
                    πιθάψαι τινά, ἐπεὶ ὁ
                    πειράσας ἐκτείσει
                    τῶ ἱερωτάτω ταμίω <— —>
10      καὶ ἐσχεθήσεται ἐνκλήματι τυμβωρυχίας.
Search Help
Contact Us