[ ] Pisid. — Termessos (Güllük Dağı)
1 Ὀρέστης Σύρου̣ [Τροκονδου(?)], γ̣[ρ](αμματεὺς) θεσμοφυλάκων, καὶ χρε(ωφυλάκων), καὶ Αρ-
τεμεις, Κενδεου θ̣[υγάτηρ, ἡ γυ]νὴ αὐτοῦ, τὴν σωματοθήκην ἑαυ-
                       τοῖς μόνοις· ἑτέ-
                       ρω δὲ οὐδενὶ ἐ-
5                        ξέσται ἀνοῖξαι
                       καὶ ἐπικηδεῦσαι
                       ἕτερον μετ’ αὐτοὺς
                       ἀκολούθως ἧ πε-
ποίηνται σημιώσει, ἐπεὶ ὁ τούτων τι πειράσας ὑπεύθυνος ἔσ-
10 ται Διὶ Σολυμεῖ (δην.) ͵α καὶ τῆ ἱερᾶ βουλῆ (δην.) ͵α, παντὸς ἔχοντος ἐξου-
                 σίαν πράσσειν ἐπὶ τῶ τρίτω.
Νέρθε σοροῦ καύστρη· τὰ δὲ ὀστέα ἔνθ’ ἀπέθηκε
   παῖς γλυκερῶν γονέων, οὗ τόδε μνῆμ’ ἐσορᾶς.
Search Help
Contact Us