[ ]
Pisid. — Termessos (Güllük Dağı)
| 1 | Ὀρέστης Σύρου̣ [Τροκονδου(?)], γ̣[ρ](αμματεὺς) θεσμοφυλάκων, καὶ χρε(ωφυλάκων), καὶ Αρ- |
| τεμεις, Κενδεου θ̣[υγάτηρ, ἡ γυ]νὴ αὐτοῦ, τὴν σωματοθήκην ἑαυ- | |
| τοῖς μόνοις· ἑτέ- | |
| ρω δὲ οὐδενὶ ἐ- | |
| 5 | ξέσται ἀνοῖξαι |
| καὶ ἐπικηδεῦσαι | |
| ἕτερον μετ’ αὐτοὺς | |
| ἀκολούθως ἧ πε- | |
| ποίηνται σημιώσει, ἐπεὶ ὁ τούτων τι πειράσας ὑπεύθυνος ἔσ- | |
| 10 | ται Διὶ Σολυμεῖ (δην.) ͵α καὶ τῆ ἱερᾶ βουλῆ (δην.) ͵α, παντὸς ἔχοντος ἐξου- |
| σίαν πράσσειν ἐπὶ τῶ τρίτω. | |
| Νέρθε σοροῦ καύστρη· τὰ δὲ ὀστέα ἔνθ’ ἀπέθηκε | |
| παῖς γλυκερῶν γονέων, οὗ τόδε μνῆμ’ ἐσορᾶς. |