[ ] Argeia — Argos — 114 BC
1 ἐπειδὴ Ζήνων Ἑκατοδώρο[υ Ἀργεῖος ἐν παντὶ καιρῶι διατελεῖ εὐσεβῶς μὲν δια]-
κείμενος τὰ πρὸς τοὺς θεούς, εὐ̣νοϊ[κῶς δὲ πρὸς τὸ κοινὸν τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν]
τῶν ἐξ Ἰσθμοῦ καὶ Νεμέας τῆς ἐν Ἄργ[ει συνόδου, καὶ ἐν πᾶσι πολλὰς καὶ μεγάλας ἀποδεί]-
ξεις πεποιημένος τῆς ἑαυτοῦ καλοκἀγαθίας τὰς [ἐπιμελείας τὰς κατὰ τὰς μεγίστας τῆς]
5 συνόδου ἀρχὰς πάσας πεποίηται καλῶς καὶ συνφερόντω[ς τοῖς κοινοῖς τῆς συνόδου πρά]-
γμασιν, ἐν πᾶσιν ἀναστρεφόμενος ἀξίως τῆς ἐκ παιδὸς αὐτῶι ἀ[ποδειχθείσης πίστεως, κατα]-
σταθεὶς δὲ καὶ ταμίας ὑπὸ τῆς συνόδου εἰς τὸ δεύτερον καὶ τριακ̣[οστὸν ἔτος καὶ ἀπέφηνε]
πολλὰ τῶν τῆς συνόδου διαφόρων ἀποστατοῦντα τῶν κεφαλαίων [καὶ πάντας τοὺς τούτων τι]
ἐφηλκωμένους ἐξ ἐτῶν καὶ πλειόνων ἐνεφάνισέν τε τῶι πλή[θει τῶν τεχνιτῶν καὶ πα]-
10 ρακληθεὶς ὑπὸ τῶν τεχνιτῶν ἐποιήσατο τὴν ἐπιμέλειαν τῆς ἀν[απράξεως, ἐν ἅπασιν ἀνα]-
στρεφόμενος καλῶς καὶ συνφερόντως τοῖς κοινοῖς τῆς συνόδου π̣[ράγμασι, καὶ ἐκ τῶν ἀνα]-
πραχθέντων ὑπ’ αὐτοῦ διαφόρων ἐπετέλεσεν κατὰ μῆνα τοῖς τε[χνίταις ἐν ταῖς ἡμέραις]
τῆς συνόδου τὰς κατὰ τοὺς νόμους θυσίας, διελέγη δὲ μετὰ προ[θυμίας ὅπως κατασκευ]-
ωθῇ ἄγαλμα Διονύσου τῆι συνόδοι {²⁶συνόδωι}²⁶ ἀκρ[ό]λιθον, χρυσόειμον, ἐξαπε[ιπούσης δὲ τῆς οὐσίας]
15 τῆς συνόδου ἔδωκεν τὰ διάφορα ἐκ τῶν ἀναπ[ραχθέν]των ὑπ’ αὐτοῦ, δ[ιελέγη δὲ μετὰ σπουδῆς]
καὶ ὑπὲρ τοῦ κατασκευωθῆναι π[ρὸ]ς ․․․․․․․σ[ι]ν ἐν τῶι τεμένει̣ [— — — — — — — — — — —],
καὶ παρακληθεὶς ὑπὸ τῶν τεχνιτῶν π[οιήσασθαι] ἐπιμέλειαν το[ύτων πάντων, ἐποι]-
[ή]σατο τὰς ἐγδόσεις τ[ῶν] ἔργων πάσας [τὰς εἰς τὰ ἱ]ερὰ μετὰ πάσας [σπουδῆς, αἴτιος πολλῶν]
[ἀγα]θῶν ἐπὶ τὴν σύν[οδον γενόμενος — — — — — — — — —]α․․․․ν, ἐπὶ [δὲ τούτοις διελέγη, ὅπως]
20 [ἐπι]σκευωθῶσι τῆι συν[όδοι — — — — — — — — — — —] καὶ τρίπ[οδες] Βακ[χεῖοι, ἐποιήσατο δὲ τὰς]
[ἐγδό]σεις λυσιτελῶς, ἐν πᾶσι τούτοις ἀνα[στρεφόμε]νος ἀξί[ως τῆς] ἐν το[ῖς μεγίστοις καιροῖς οἰ]-
[κεί]ας αὐτοῦ καλοκἀγαθίας, ἀνεγ[κλήτως αἴτιος ὢ]ν καὶ τῶν[δ]ε φ[ανερῶ]ν τ[ε εὐεργετημάτων ὑπὲρ]
[τῆς σ]υνόδου καὶ παρασεσιωπημ[έ]ν[ων πολλῶν, ἃ ἐπετέλε]σε [καλῶς] ὑπὲ[ρ τῆς συνόδου, ἐποιήσατο]
[δὲ τ]ὴν ἐπιμέλειαν καὶ ὑπὲρ τοῦ κατασκευωθῆναι βάθρον [τῆι] εἰκόνι ἡ̣[μῶν τοῦ εὐεργέτου]
25 βασιλέως Νικομήδους καὶ τῆς ἀναθέσεως τῆς εἰκόνος, ἄ̣λ[λ]η̣ς δὲ καὶ τι[μιωτέρας ἐντὸς τοῦ τεμέ]-
νους, διελέγη δὲ καὶ ὑπὲρ τοῦ κατασκευωθῆναι τόπον τῶι θεῶι καὶ ὑ<πε>ρθυρω[θῆναι τὴν εἴσοδον καὶ]
ὑπὲρ τοῦ ὀρ<ο>φωθῆναι τὸν τόπον, ἐν ὧι ἔσται θ[υσία τῶι θ]ε[ῶι][κ τ][ν ἀ]ναπ[ρ]α[χθέντων ὑπ’ αὐτοῦ]
διαφόρων· ὅπως οὖν καὶ οἱ τεχνῖται φαίνωνται [χάρι]σ[ιν ἀπον][μο]ν[τες] ἀξίαις τ[οῖς εὐεργέταις ἔπαινον]
καὶ τιμὰς καὶ πολλοὺς ἔχωσιν τῶν ὁμοίων ζηλωτάς· [τύχηι τ]ῆι ἀγαθῆι· δεδόχθαι τοῖς [περὶ τὸν Διόνυσον τε]-
30 χνίταις τοῖς ἐξ Ἰσθμοῦ καὶ Νεμέας τῆς ἐν Ἄργει συνόδου ἐπαι[νέ]σαι Ζήνωνα Ἑκα[τοδώρου Ἀργεῖον ἐπὶ τῆι]
εὐνοίαι τε καὶ φιλαγαθίαι περὶ τὰ κοινὰ τῆς συνόδου πράγματα {ι} καὶ [στεφα]νῶσαι αὐτ[ὸν χρυσῶι στεφάνωι],
ὧι πάτριον ἡμῖν ἐστιν, ἐν τῆι τοῦ θεοῦ ἡμέραι, στῆσαι δὲ αὐτοῦ καὶ [εἰκ]όνα χαλκῆ[ν ἔχουσαν τήνδε τὴν ἐπι]-
γραφὴν "τὸ κοινὸν τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν τῶν ἐ[ξ] Ἰσθμοῦ καὶ Νεμέ[ας τῆς ἐν Ἄργει συνόδου Ζήνωνα]
Ἑκατοδώρου Ἀργεῖον ἀρετῆς ἕνεκεν καὶ εὐεργεσίας τῆς εἰς [τὴν σύνο]δον". [τὸ δὲ γινόμενον ἀνάλωμα εἰς τὴν εἰκό]-
35 να δ̣ότω τῶι κατασταθέντι τῆς εἰκόνος ἐπιστάτηι Ξένων ὁ [ταμίας, τὴν] δὲ [ἐπιμέλειαν εἰς τὴν παρασκευὴν τοῦ στε]-
φάνου ποιησάσθω ὁ γραμματεὺς Ἀριστοκλῆς, καὶ οἱ ἄρχοντες [οἵ τε νῦν] κ[αὶ οἱ ἀεὶ κατασταθέντες καὶ ὁ ἀεὶ]
γραμματεὺς ποιείσθωσαν τὴν ἐπιμέλειαν ἐν τῇ τοῦ θεοῦ [μέραι ὅπως ἀναγορεύηται τὸ ψήφισμα τόδε, ποιείσθω]
δὲ τὴν ἐπιμέλειαν ὁ κατασταθεὶς γραμματεὺς ε[— — — — — — — — — — — — — — — —, ὅπως ἐν τοῖς πρώτοις Νε]-
μείοις ἐν τῶι ἀγῶνι τῶι γυμνικῶι ἀνακηρυχθῇ τὸ κήρυγμ[α τόδε "τὸ] [κοινὸν τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν]
40 τῶν ἐξ Ἰσθμοῦ καὶ Νεμέας τῆς ἐν Ἄργει συνόδου στε[φανοῖ χρυσῶι στεφάνωι Ζήνωνα Ἑκατοδώρου Ἀργεῖον ἀρε]-
τῆς ἕνεκεν καὶ εὐεργεσίας, ἧς ἔχων διατελεῖ ε[ἰς τὴν  σύνοδον καὶ ἔστησεν αὐτοῦ εἰκόνα χαλκῆν ἐν τῶι τε]-
μένει, τύχῃ τῆι ἀγαθεῖ". ἀναγραψάτω δὲ καὶ ὁ καταστ[αθεὶς τῆς εἰκόνος ἐπιστάτης τὸ τῆς συνόδου ψήφισμα τόδε]
εἰς τὸ βάθρον τῆς εἰκόνος.
                                                  vacat
Search Help