[ ]
Argeia — Argos — 114 BC
| 1 | ἐπειδὴ Ζήνων Ἑκατοδώρο[υ Ἀργεῖος ἐν παντὶ καιρῶι διατελεῖ εὐσεβῶς μὲν δια]- |
| κείμενος τὰ πρὸς τοὺς θεούς, εὐ̣νοϊ[κῶς δὲ πρὸς τὸ κοινὸν τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν] | |
| τῶν ἐξ Ἰσθμοῦ καὶ Νεμέας τῆς ἐν Ἄργ[ει συνόδου, καὶ ἐν πᾶσι πολλὰς καὶ μεγάλας ἀποδεί]- | |
| ξεις πεποιημένος τῆς ἑαυτοῦ καλοκἀγαθίας τὰς [ἐπιμελείας τὰς κατὰ τὰς μεγίστας τῆς] | |
| 5 | συνόδου ἀρχὰς πάσας πεποίηται καλῶς καὶ συνφερόντω[ς τοῖς κοινοῖς τῆς συνόδου πρά]- |
| γμασιν, ἐν πᾶσιν ἀναστρεφόμενος ἀξίως τῆς ἐκ παιδὸς αὐτῶι ἀ[ποδειχθείσης πίστεως, κατα]- | |
| σταθεὶς δὲ καὶ ταμίας ὑπὸ τῆς συνόδου εἰς τὸ δεύτερον καὶ τριακ̣[οστὸν ἔτος καὶ ἀπέφηνε] | |
| πολλὰ τῶν τῆς συνόδου διαφόρων ἀποστατοῦντα τῶν κεφαλαίων [καὶ πάντας τοὺς τούτων τι] | |
| ἐφηλκωμένους ἐξ ἐτῶν καὶ πλειόνων ἐνεφάνισέν τε τῶι πλή[θει τῶν τεχνιτῶν καὶ πα]- | |
| 10 | ρακληθεὶς ὑπὸ τῶν τεχνιτῶν ἐποιήσατο τὴν ἐπιμέλειαν τῆς ἀν[απράξεως, ἐν ἅπασιν ἀνα]- |
| στρεφόμενος καλῶς καὶ συνφερόντως τοῖς κοινοῖς τῆς συνόδου π̣[ράγμασι, καὶ ἐκ τῶν ἀνα]- | |
| πραχθέντων ὑπ’ αὐτοῦ διαφόρων ἐπετέλεσεν κατὰ μῆνα τοῖς τε[χνίταις ἐν ταῖς ἡμέραις] | |
| τῆς συνόδου τὰς κατὰ τοὺς νόμους θυσίας, διελέγη δὲ μετὰ προ[θυμίας ὅπως κατασκευ]- | |
| ωθῇ ἄγαλμα Διονύσου τῆι συνόδοι {²⁶συνόδωι}²⁶ ἀκρ[ό]λιθον, χρυσόειμον, ἐξαπε[ιπούσης δὲ τῆς οὐσίας] | |
| 15 | τῆς συνόδου ἔδωκεν τὰ διάφορα ἐκ τῶν ἀναπ[ραχθέν]των ὑπ’ αὐτοῦ, δ[ιελέγη δὲ μετὰ σπουδῆς] |
| καὶ ὑπὲρ τοῦ κατασκευωθῆναι π[ρὸ]ς ․․․․․․․σ[ι]ν ἐν τῶι τεμένει̣ [— — — — — — — — — — —], | |
| καὶ παρακληθεὶς ὑπὸ τῶν τεχνιτῶν π[οιήσασθαι] ἐπιμέλειαν το[ύτων πάντων, ἐποι]- | |
| [ή]σατο τὰς ἐγδόσεις τ[ῶν] ἔργων πάσας [τὰς εἰς τὰ ἱ]ερὰ μετὰ πάσας [σπουδῆς, αἴτιος πολλῶν] | |
| [ἀγα]θῶν ἐπὶ τὴν σύν[οδον γενόμενος — — — — — — — — —]α․․․․ν, ἐπὶ [δὲ τούτοις διελέγη, ὅπως] | |
| 20 | [ἐπι]σκευωθῶσι τῆι συν[όδοι — — — — — — — — — — —] καὶ τρίπ[οδες] Βακ[χεῖοι, ἐποιήσατο δὲ τὰς] |
| [ἐγδό]σεις λυσιτελῶς, ἐν πᾶσι τούτοις ἀνα[στρεφόμε]νος ἀξί[ως τῆς] ἐν το[ῖς μεγίστοις καιροῖς οἰ]- | |
| [κεί]ας αὐτοῦ καλοκἀγαθίας, ἀνεγ[κλήτως αἴτιος ὢ]ν καὶ τῶν[δ]ε φ[ανερῶ]ν τ[ε εὐεργετημάτων ὑπὲρ] | |
| [τῆς σ]υνόδου καὶ παρασεσιωπημ[έ]ν[ων πολλῶν, ἃ ἐπετέλε]σε [καλῶς] ὑπὲ[ρ τῆς συνόδου, ἐποιήσατο] | |
| [δὲ τ]ὴν ἐπιμέλειαν καὶ ὑπὲρ τοῦ κατασκευωθῆναι βάθρον [τῆι] εἰκόνι ἡ̣[μῶν τοῦ εὐεργέτου] | |
| 25 | βασιλέως Νικομήδους καὶ τῆς ἀναθέσεως τῆς εἰκόνος, ἄ̣λ[λ]η̣ς δὲ καὶ τι[μιωτέρας ἐντὸς τοῦ τεμέ]- |
| νους, διελέγη δὲ καὶ ὑπὲρ τοῦ κατασκευωθῆναι τόπον τῶι θεῶι καὶ ὑ<πε>ρθυρω[θῆναι τὴν εἴσοδον καὶ] | |
| ὑπὲρ τοῦ ὀρ<ο>φωθῆναι τὸν τόπον, ἐν ὧι ἔσται θ[υσία τῶι θ]ε[ῶι] ἐ[κ τ]ῶ[ν ἀ]ναπ[ρ]α[χθέντων ὑπ’ αὐτοῦ] | |
| διαφόρων· ὅπως οὖν καὶ οἱ τεχνῖται φαίνωνται [χάρι]σ[ιν ἀπον]έ[μο]ν[τες] ἀξίαις τ[οῖς εὐεργέταις ἔπαινον] | |
| καὶ τιμὰς καὶ πολλοὺς ἔχωσιν τῶν ὁμοίων ζηλωτάς· [τύχηι τ]ῆι ἀγαθῆι· δεδόχθαι τοῖς [περὶ τὸν Διόνυσον τε]- | |
| 30 | χνίταις τοῖς ἐξ Ἰσθμοῦ καὶ Νεμέας τῆς ἐν Ἄργει συνόδου ἐπαι[νέ]σαι Ζήνωνα Ἑκα[τοδώρου Ἀργεῖον ἐπὶ τῆι] |
| εὐνοίαι τε καὶ φιλαγαθίαι περὶ τὰ κοινὰ τῆς συνόδου πράγματα {ι} καὶ [στεφα]νῶσαι αὐτ[ὸν χρυσῶι στεφάνωι], | |
| ὧι πάτριον ἡμῖν ἐστιν, ἐν τῆι τοῦ θεοῦ ἡμέραι, στῆσαι δὲ αὐτοῦ καὶ [εἰκ]όνα χαλκῆ[ν ἔχουσαν τήνδε τὴν ἐπι]- | |
| γραφὴν "τὸ κοινὸν τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν τῶν ἐ[ξ] Ἰσθμοῦ καὶ Νεμέ[ας τῆς ἐν Ἄργει συνόδου Ζήνωνα] | |
| Ἑκατοδώρου Ἀργεῖον ἀρετῆς ἕνεκεν καὶ εὐεργεσίας τῆς εἰς [τὴν σύνο]δον". [τὸ δὲ γινόμενον ἀνάλωμα εἰς τὴν εἰκό]- | |
| 35 | να δ̣ότω τῶι κατασταθέντι τῆς εἰκόνος ἐπιστάτηι Ξένων ὁ [ταμίας, τὴν] δὲ [ἐπιμέλειαν εἰς τὴν παρασκευὴν τοῦ στε]- |
| φάνου ποιησάσθω ὁ γραμματεὺς Ἀριστοκλῆς, καὶ οἱ ἄρχοντες [οἵ τε νῦν] κ[αὶ οἱ ἀεὶ κατασταθέντες καὶ ὁ ἀεὶ] | |
| γραμματεὺς ποιείσθωσαν τὴν ἐπιμέλειαν ἐν τῇ τοῦ θεοῦ ἡ[μέραι ὅπως ἀναγορεύηται τὸ ψήφισμα τόδε, ποιείσθω] | |
| δὲ τὴν ἐπιμέλειαν ὁ κατασταθεὶς γραμματεὺς ε[— — — — — — — — — — — — — — — —, ὅπως ἐν τοῖς πρώτοις Νε]- | |
| μείοις ἐν τῶι ἀγῶνι τῶι γυμνικῶι ἀνακηρυχθῇ τὸ κήρυγμ[α τόδε "τὸ] [κοινὸν τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν] | |
| 40 | τῶν ἐξ Ἰσθμοῦ καὶ Νεμέας τῆς ἐν Ἄργει συνόδου στε[φανοῖ χρυσῶι στεφάνωι Ζήνωνα Ἑκατοδώρου Ἀργεῖον ἀρε]- |
| τῆς ἕνεκεν καὶ εὐεργεσίας, ἧς ἔχων διατελεῖ ε[ἰς τὴν σύνοδον καὶ ἔστησεν αὐτοῦ εἰκόνα χαλκῆν ἐν τῶι τε]- | |
| μένει, τύχῃ τῆι ἀγαθεῖ". ἀναγραψάτω δὲ καὶ ὁ καταστ[αθεὶς τῆς εἰκόνος ἐπιστάτης τὸ τῆς συνόδου ψήφισμα τόδε] | |
| εἰς τὸ βάθρον τῆς εἰκόνος. | |
| vacat |