[ ] Pisid. — Termessos (Güllük Dağı)
1 Αὐρ[η]λία̣ Τιβερία̣ Οπ̣[λη]τια̣νὴ Νανηλι̣ς, θυγά̣[τ]ηρ Μ̣ά̣[ρ(κου) Αὐ]ρ(ηλίου) Τι(βερίου) Οπλητος, τὴν σωματοθήκην
Α̣ὐ(ρηλίω) Μ̣ειδ̣ια̣νῶ Α̣ὐ̣(ρηλίου) Ἀ̣[ρ]τέμ̣ωνος Α[ὐ](ρηλίου) Μ[ε]ιδίου γ̣ʹ. κ̣[αὶ τ]οῖς τέ̣κ̣νοις καὶ τοῖς πρ<ο>ενοῦσιν γονε̣[ῦ]σιν̣
                 αὐτῆς κ̣α̣ὶ Αὐρηλία Κυρίλλη, θυγατρὶ Μ̣ολεους Τ[ρ]ο(κονδου), τῆ̣ γενομένη
                               γυναικὶ Αὐρ(ηλίου) Μ̣ειδι-
5                                ανοῦ Ἀρτέμωνος,
                               τοῦ γλυκ̣[υ]τά̣τ̣ου [υἱοῦ]
                               α̣ὐτῆς, μόνον· ἄ̣λλ[ω]
                               δὲ οὐδενὶ ἐξέστω
                               ἐπ̣ιθάψε τινά, ἐπεὶ
10                                ὁ πειράσας ἐκτείσει
                               τῶ Τερμησσέων δή[μω (δην.) —].
Search Help
Contact Us