[ ]
Pisid. — Termessos (Güllük Dağı)
1 | Αὐρήλιος Μωκ․․․ς Κάρπου, ὁ πάντη πολλάκις γενόμενος |
καὶ τὸν κόσμον πολλάκις ἱστορήσας· νῦν δὲ κεῖμαι μηκέτι | |
μηδὲν εἰδώς. ταῦτα μὲν̣ οὕτως· εὐψύχει· οὐδεὶς ἀθάνατος. | |
τὴν δὲ σωματο- | |
5 | θήκην ἐποίη- |
σεν ἑαυτῶ τε | |
καὶ τῆ γυναικὶ | |
αὐτοῦ Φιλτάτη | |
καὶ τῆ ἀδελφῆ | |
10 | αὐτοῦ Αρτεμει καὶ τῆ θυγατρὶ αὐτοῦ Βικτωρία μόνοις· ἄλλω δὲ οὐ- |
δενὶ ἐξέσται ἀνῦξαι ἢ ἐπιθάψαι, ἐπεὶ ὁ ἐνχειρήσας ἐκκτείσει Διὶ | |
Σολυμεῖ δραχμὰς χειλίας, παντὸς ἔχοντος ἐξουσίαν ἐκγδικεῖν ἐπὶ | |
τῶ ἡμίσει. |