[ ] Pisid. — Termessos (Güllük Dağı)
1 Αὐρ(ήλιος) Μύρων Οσαμνωτασιος Μίδου τὴν σωματοθήκην ἑαυτῶ καὶ τῆ προ-
           ενούση αὐτοῦ συνβίω Αὐρ(ηλία) Πασαγάθη Ἑρμαίου καὶ τῶ ἐγγόνω αὐτοῦ
            καὶ φερωνύμω Αὐρ(ηλίω) Μύρωνι Οσαμνωτασιος μόνοις· τὸ δὲ μετὰ
            τοῦτο οὐδενὶ ἐξέσται ἐπιθάψαι τινὰ ἢ ἀνῦξαι κατά τινα τρόπον,
5                                   ἐπεὶ ὁ τολμήσας
                                  ἢ παραενχειρή-
                                  σας ἀποτείσει
                                  Διὶ Σολυμεῖ ἱε-
                                  ρὰς καὶ ἀπαραι-
10                                   τήτους δρα-
            χμὰς δισχειλίας πεντακοσίας, παντὸς ἔχοντος ἐξουσίαν προσανγέλ-
            λειν καὶ ἐκδικεῖν ἐπὶ τῶ ἡμίσει μέρει· ὁ δὲ τολμήσας ἐνεχεθήσεται ἐνκλήματι
            τυμβωρυχίας, ἔσται δὲ καὶ ἔνοχος ἀραῖς ταῖς ἰς τοὺς κατοιχομένους.
Search Help
Contact Us