[ ]
Pisid. — Termessos (Güllük Dağı)
1 | Αὐρ(ήλιος) Μύρων Οσαμνωτασιος Μίδου τὴν σωματοθήκην ἑαυτῶ καὶ τῆ προ- |
ενούση αὐτοῦ συνβίω Αὐρ(ηλία) Πασαγάθη Ἑρμαίου καὶ τῶ ἐγγόνω αὐτοῦ | |
καὶ φερωνύμω Αὐρ(ηλίω) Μύρωνι Οσαμνωτασιος μόνοις· τὸ δὲ μετὰ | |
τοῦτο οὐδενὶ ἐξέσται ἐπιθάψαι τινὰ ἢ ἀνῦξαι κατά τινα τρόπον, | |
5 | ἐπεὶ ὁ τολμήσας |
ἢ παραενχειρή- | |
σας ἀποτείσει | |
Διὶ Σολυμεῖ ἱε- | |
ρὰς καὶ ἀπαραι- | |
10 | τήτους δρα- |
χμὰς δισχειλίας πεντακοσίας, παντὸς ἔχοντος ἐξουσίαν προσανγέλ- | |
λειν καὶ ἐκδικεῖν ἐπὶ τῶ ἡμίσει μέρει· ὁ δὲ τολμήσας ἐνεχεθήσεται ἐνκλήματι | |
τυμβωρυχίας, ἔσται δὲ καὶ ἔνοχος ἀραῖς ταῖς ἰς τοὺς κατοιχομένους. |