[ ]
Pisid. — Termessos (Güllük Dağı)
| 1 | Αὐρ(ήλιος) Μύρων Οσαμνωτασιος Μίδου τὴν σωματοθήκην ἑαυτῶ καὶ τῆ προ- |
| ενούση αὐτοῦ συνβίω Αὐρ(ηλία) Πασαγάθη Ἑρμαίου καὶ τῶ ἐγγόνω αὐτοῦ | |
| καὶ φερωνύμω Αὐρ(ηλίω) Μύρωνι Οσαμνωτασιος μόνοις· τὸ δὲ μετὰ | |
| τοῦτο οὐδενὶ ἐξέσται ἐπιθάψαι τινὰ ἢ ἀνῦξαι κατά τινα τρόπον, | |
| 5 | ἐπεὶ ὁ τολμήσας |
| ἢ παραενχειρή- | |
| σας ἀποτείσει | |
| Διὶ Σολυμεῖ ἱε- | |
| ρὰς καὶ ἀπαραι- | |
| 10 | τήτους δρα- |
| χμὰς δισχειλίας πεντακοσίας, παντὸς ἔχοντος ἐξουσίαν προσανγέλ- | |
| λειν καὶ ἐκδικεῖν ἐπὶ τῶ ἡμίσει μέρει· ὁ δὲ τολμήσας ἐνεχεθήσεται ἐνκλήματι | |
| τυμβωρυχίας, ἔσται δὲ καὶ ἔνοχος ἀραῖς ταῖς ἰς τοὺς κατοιχομένους. |