[ ]
Pisid. — Termessos (Güllük Dağı)
| 1 | Αὐρηλία Νεικηφοριανὴ̣ Μ̣ορσανδα ἡ καὶ Π̣λατωνὶς τὸν βωμὸν καὶ τὴν κρηπεῖδα τοῦ ἡρώου βούλεται εἶναι εἰς κατάστασίν τε τῆς σωματοθήκης, ἐν ἧ ἀπέθετο τὸν τῆς ἀρίστης μνήμης |
| ἄξιον ἄνδρα αὐτῆς | |
| Μᾶρ(κον) Αὐρ(ήλιον) Ἑρμαῖον Πλά- | |
| τωνος Μάρ(κου) Μεττίου | |
| 5 | Αἰλιανοῦ Πλάτωνος |
| Ποσειδωνίου, ἔνθα καὶ | |
| αὐτὴ ἀποτεθῆναι | |
| [β]ο̣ύλεται, καὶ τὸν ὑπόλοιπον τόπον τοῦ βωμοῦ καὶ τῆς κρηπεῖδος εἶνα̣ι τῶν τέκνων αὐτῆς εἰς ἀπόθεσιν σωματοθηκῶν· ἑτέρω δὲ οὐδενὶ ἐξέσται ἀπο%⁸¹θέσθαι σωματοθήκην ἢ ὀστοθ%⁸⁰ή%⁸⁰κην, | |
| ἐπεὶ ὁ πειράσας ἐκτείσει [τῶ ἱερ]ωτάτω ταμείω δηνάρια μύρια [πε]ντακισ̣[χ]είλια. |