[ ]
Pisid. — Termessos (Güllük Dağı)
1 | Μᾶρ(κος) Αὐρ(ήλιος) Μολης Ἑρμαίου Κευη τὴν σωμα- |
τοθήκην ἑαυτῶ καὶ τῆ γυναικὶ αὐτοῦ | |
Αὐρ(ηλία) Αρτεμει τῆ καὶ Κορκαινα· ἑτέρω δὲ | |
οὐκ ἐξέσται ἐπιθάψαι, ἐπεὶ ὁ πειράσας | |
5 | ἐκτείσει Διὶ Σολυμεῖ |
(δην.) ͵αφʹ | |
καὶ τῶ ἱερωτάτω ταμείω (δην.) ͵β. |