[ ] Pisid. — Termessos (Güllük Dağı)
1 ζῆ.    κτῶ,      χρῶ,   εὔφραινε σ̣εα̣υτόν· ὁ βίος̣    τα̣ῦτα̣.
  Αὐρ(ήλιος) Οὐαριανὸς Μάρων καὶ Αὐρ(ηλία) Πασαγάθη, θυ(γάτηρ) Χρυσο-
  γόνου, ἡ γυ<νὴ> αὐτοῦ, τὴν σωματοθήκην σὺν τῶ κρηπει-
δώματι ἑαυτοῖς καὶ τῆ θυγατρὶ αὐτῶν Αὐρ(ηλία) Αρτεμει τῆ <καὶ>
5   Καλλιτύχη· ἑτέρω δέ οὐδενὶ ἐξέσται ἀνῦξαι ἢ ἐπιθά-
  ψαι τινά, ἐπεὶ ὁ πειράσας ἢ ἐπιχειρήσας τι τῶν προγε̣-
  γραμμένων ἐκτείσει Διὶ Σολυμεῖ (δην.) ͵αφʹ καὶ τῶ ἱερω-
  τάτω ταμείω (δην.) ͵αφʹ καὶ ὑπεύθυνος ἔσται τῆ εἰς
  τοὺς κατοιχομένους ἀσεβεία καὶ ἐνκλήματι
10   τυμβωρυχίας, παντὸς ἔχοντος ἐξουσίαν ἐκδι-
               κεῖν ἐπὶ τῶ ἡμίσει.
Search Help
Contact Us