[ ] Pisid. — Termessos (Güllük Dağı)
1 [Α]ὐ̣ρ(ηλία) Μάρτα, Αρτειμου θυ(γάτηρ), τὴν σωματοθήκην ἑαυτῆ καὶ Αὐρ(ηλία) Εὐκρατείη,
τ[ῆ] θυγατρὶ αὐτῆς, καὶ Αὐρ(ηλίω) Ὀλυμπιανῶ, τῶ γαμβρῶ, μόνοις· τὸ δὲ <με>τὰ τοῦτο
                                   πρόρησιν ἔθετο
                                   μηδένα ἐπιθάψαι
5                                    ἕτερον πτῶμα
                                   ἢ ἀνῦξαι κατά τινα
                                   τρόπον, ἐπεὶ ὁ πει-
                                   ράσας ἐνσχεθήσ[ε]-
                           ται ἐνκλήματι τυμβωρυχί[ας].
Search Help
Contact Us