[ ] Pisid. — Termessos (Güllük Dağı)
1                     Μαρείνω πινυτῆ τ’ ἀλόχω Οα ἀγλαοπέπλω
                    ξοινὸς μὲν βίοτος, ξοινὴ δὲ ἰθεῖα κέλευθος
                    ἔσκε βίου· ξοινὸν δὲ καὶ ἀμφοτέροισι τέτυκται
                    ἠμὲν ἐμοὶ τόδε σῆμα πανύστατον ἠδὲ δάμαρτι,
5                     μνηστὸν ἐπεσσομένοισι, σαοφροσύνησιν ἀρίστη.
                    τῆς δέ τις ὀψιγόνων μεμνήσεται ἠδὲ Μαρείνου.
                    καί ῥ’ ἡ μὲν πείσυράς τε καὶ ἑξήκοντ’ ἐνιαυτοὺς
                    αἰὲν ἄμωμος ἐοῦσα βίου λάχε· τὸν δ’ ἔτι Μοῖρα
                    ὄλβιον ἐν ζωοῖσι μινυνθαδίοισι φυλάσσει
10                     ὄκτ’ ἤδη δεκάδας ζωῆς ἀνύοντα ποθεινῆς.
  Μαρεῖνος Ἑρμαίου ἐσημιώσατο ἐπὶ τοῦ χρ(εωφυλακίου), ὅτει ἐν τῆ οὔση σορῶ ἐν πέτρα ψαλιδωτῆ ἐπάνω ὁδοῦ
τ<ῆ>ς ἐπὶ τὰ ὑδρεγδοχεῖα, ἐν ἧ ἀπόκειται καὶ Οας, τῆς γυναικός, σκῆνος, βούλεται, ἐπειδὰν με-
{με}ταλλάξη {²⁶μεταλλάξη}²⁶ τὸν βίον, καὶ τὸ ἴδιον αὐτοῦ σκῆνος κατατεθῆναι ἐν τῆ αὐτῆ σορῶ, μηδενὸς
ἔχοντος ἐξουσίαν καταθέσθαι εἰς αὐτὴν ἕτερον σκῆνος ἢ ἀνῦξαι ἢ ἐπιχειρῆσαί τι εἰς τὸ
15 διηνεκές· ἐὰν δέ τις παρενχειρήση τι ἢ μετὰ τοῦτο ἀνύξη ἢ καταθῆταί τινος πτῶμα ἢ μὴ
φυλάξη τὴν γνώμην αὐτοῦ τρόπω ὡδήποτε οὖν, ὑπόδικος ἔστω ἀδικήματι τυμβωρυ-
χίας καὶ τῆ εἰς τοὺς κατοιχομένους ἀσεβεία καὶ ἐκτείσει ἱερῶ τε Διὸς Σολυμέως #⁵⁶ ͵δ
καὶ τῆ γερουσία #⁵⁶ ͵β ἐπὶ τῶ ἐξεῖνα̣ι̣ ἐ̣πεγ̣δ̣ι̣κῆσα τὸ ἐσόμενον ἀδίκημα παντὶ
ἐπὶ τῶ λαβεῖν τὰ ἡμίση. πρ(οβούλου) Ὀρέστου̣ Τρ̣[ο]κ̣ονδου, μηνὸς Θεσμοφο̣ρ̣ί̣ο̣[υ — — —].
Search Help
Contact Us