[ ]
Pisid. — Termessos (Güllük Dağı)
| 1 | Μαρείνω πινυτῆ τ’ ἀλόχω Οα ἀγλαοπέπλω |
| ξοινὸς μὲν βίοτος, ξοινὴ δὲ ἰθεῖα κέλευθος | |
| ἔσκε βίου· ξοινὸν δὲ καὶ ἀμφοτέροισι τέτυκται | |
| ἠμὲν ἐμοὶ τόδε σῆμα πανύστατον ἠδὲ δάμαρτι, | |
| 5 | μνηστὸν ἐπεσσομένοισι, σαοφροσύνησιν ἀρίστη. |
| τῆς δέ τις ὀψιγόνων μεμνήσεται ἠδὲ Μαρείνου. | |
| καί ῥ’ ἡ μὲν πείσυράς τε καὶ ἑξήκοντ’ ἐνιαυτοὺς | |
| αἰὲν ἄμωμος ἐοῦσα βίου λάχε· τὸν δ’ ἔτι Μοῖρα | |
| ὄλβιον ἐν ζωοῖσι μινυνθαδίοισι φυλάσσει | |
| 10 | ὄκτ’ ἤδη δεκάδας ζωῆς ἀνύοντα ποθεινῆς. |
| Μαρεῖνος Ἑρμαίου ἐσημιώσατο ἐπὶ τοῦ χρ(εωφυλακίου), ὅτει ἐν τῆ οὔση σορῶ ἐν πέτρα ψαλιδωτῆ ἐπάνω ὁδοῦ | |
| τ<ῆ>ς ἐπὶ τὰ ὑδρεγδοχεῖα, ἐν ἧ ἀπόκειται καὶ Οας, τῆς γυναικός, σκῆνος, βούλεται, ἐπειδὰν με- | |
| {με}ταλλάξη {²⁶μεταλλάξη}²⁶ τὸν βίον, καὶ τὸ ἴδιον αὐτοῦ σκῆνος κατατεθῆναι ἐν τῆ αὐτῆ σορῶ, μηδενὸς | |
| ἔχοντος ἐξουσίαν καταθέσθαι εἰς αὐτὴν ἕτερον σκῆνος ἢ ἀνῦξαι ἢ ἐπιχειρῆσαί τι εἰς τὸ | |
| 15 | διηνεκές· ἐὰν δέ τις παρενχειρήση τι ἢ μετὰ τοῦτο ἀνύξη ἢ καταθῆταί τινος πτῶμα ἢ μὴ |
| φυλάξη τὴν γνώμην αὐτοῦ τρόπω ὡδήποτε οὖν, ὑπόδικος ἔστω ἀδικήματι τυμβωρυ- | |
| χίας καὶ τῆ εἰς τοὺς κατοιχομένους ἀσεβεία καὶ ἐκτείσει ἱερῶ τε Διὸς Σολυμέως #⁵⁶ ͵δ | |
| καὶ τῆ γερουσία #⁵⁶ ͵β ἐπὶ τῶ ἐξεῖνα̣ι̣ ἐ̣πεγ̣δ̣ι̣κῆσα τὸ ἐσόμενον ἀδίκημα παντὶ | |
| ἐπὶ τῶ λαβεῖν τὰ ἡμίση. πρ(οβούλου) Ὀρέστου̣ Τρ̣[ο]κ̣ονδου, μηνὸς Θεσμοφο̣ρ̣ί̣ο̣[υ — — —]. |