[ ] Pisid. — Termessos (Güllük Dağı)
1 Αὐρ(ήλιος) Λεῦκις Ἀπ̣ολ(λωνίου), ἀπε(λεύθερος) τῆς γενομένης Οπλητιανῆς Νανης, κατεσκεύασεν τ̣ὴ̣[ν θήκην]
ἑαυτῶ καὶ Ἑλένη, τῆ γυνα̣ι̣κὶ αὐτοῦ· ἐὰν δὲ Αρμαστα, ἡ θυ(γάτηρ), καὶ Ἀπο(λλώνιος), ὁ υἱός, μὴ δυνα̣[τοὶ ὦσιν]
      ἑαυτοῖς καταστῆσαι ἕτερα ἀνγεῖα, τότε ἐξὸν εἶναι αὐτοὺς μόνους
                               ἐπιταφῆναι ἐ̣[ν] τῆ αὐ-
5                                τῆ σωματοθήκη· ἑτέ-
                               ρω δὲ μηδενὶ ἐξὸν
                               εἶναι ἀνῦξαι ἢ ἐπι-
                               θεῖναί τινα, ἐπεὶ
                               ὁ πειράσας ἐκτείσει
10                                τῶ ἱερωτάτω τα-
                               μείω (δην.) ͵βφʹ
καὶ ἔνοχος ἔσται ἐνκλήματι τυμβωρυχίας καὶ ἀραῖς εἰς τοῦς κατοιχομένους ἀσεβεία.
Search Help
Contact Us