[ ]
Pisid. — Termessos (Güllük Dağı)
| 1 | Αὐρ(ήλιος) Λεῦκις Ἀπ̣ολ(λωνίου), ἀπε(λεύθερος) τῆς γενομένης Οπλητιανῆς Νανης, κατεσκεύασεν τ̣ὴ̣[ν θήκην] |
| ἑαυτῶ καὶ Ἑλένη, τῆ γυνα̣ι̣κὶ αὐτοῦ· ἐὰν δὲ Αρμαστα, ἡ θυ(γάτηρ), καὶ Ἀπο(λλώνιος), ὁ υἱός, μὴ δυνα̣[τοὶ ὦσιν] | |
| ἑαυτοῖς καταστῆσαι ἕτερα ἀνγεῖα, τότε ἐξὸν εἶναι αὐτοὺς μόνους | |
| ἐπιταφῆναι ἐ̣[ν] τῆ αὐ- | |
| 5 | τῆ σωματοθήκη· ἑτέ- |
| ρω δὲ μηδενὶ ἐξὸν | |
| εἶναι ἀνῦξαι ἢ ἐπι- | |
| θεῖναί τινα, ἐπεὶ | |
| ὁ πειράσας ἐκτείσει | |
| 10 | τῶ ἱερωτάτω τα- |
| μείω (δην.) ͵βφʹ | |
| καὶ ἔνοχος ἔσται ἐνκλήματι τυμβωρυχίας καὶ ἀραῖς εἰς τοῦς κατοιχομένους ἀσεβεία. |