[ ]
Pisid. — Termessos (Güllük Dağı)
1 | Α̣ὐρ(ηλία) Κ[ορό]κ[η], Μ̣ε̣ιδ̣ίο[υ] θ(υγάτηρ), γ(υνὴ) δὲ Αὐρ(ηλίου) Μήνιδος, τὴν σωματοθήκην τῶ ἐ̣νειμ̣ένω α̣ὐτῆς |
προμύρω υἱῶ Μ̣ε̣ι̣δια̣νῶ Νέων̣ι· ἑτέρω̣ δὲ οὐδενὶ ἐξεῖναι ἐπιθ̣άψε τινά, ἐπεὶ | |
ἐκτείσει τῶ̣ ταμείω [(δην.)] ͵β καὶ Διὶ Σολυμ̣εῖ (δην.) ͵β. |