[ ] Pisid. — Termessos (Güllük Dağı)
1 Αὐρ(ήλιος) Κορκαινας Αρ(τειμου) Λουκρίωνος ὁ καὶ Γρεῖ-
πος τὴν σωματοθήκην ἑαυτῶ· μετὰ δὲ
τὴν ἀπόθεσιν αὐτοῦ οὐδενὶ ἐξέσται
ἐπιθάψαι τινὰ ἢ ἀνῦξαι κατά τινα τρόπον,
5 ἐπεὶ ὁ πειράσας ἐνσχεθήσεται ἐνκλήμα-
τι τυμβωρυχίας καὶ ταῖς εἰς τοὺς κατοιχο-
           μένους ἀραῖς.
Search Help
Contact Us