[ ] Pisid. — Termessos (Güllük Dağı)
1 Κορκαβος Ἑρ(μαίου) Διογένους, ἀπε(λεύθερος) τοῦ γενομένου Ἑρ(μαίου) Οβριμοτου,
καὶ Αρτεμεις, Κορκαβου Ἑρ(μαίου) θυ(γάτηρ), χή(ρα), τὴν σωματοθήκην ἑαυ-
                        τοῖς
                    καὶ οὐκ ἐξέσ-
5                     ται οὐδενὶ ἀ-
                    νῦξαι ἢ κατα-
                    θέσθε ἕτερον
                    σῶμα, ἐπεὶ ὁ
                    πειράσας ἀ-
10                     ποτείσει τῶ
ἱερωτάτω ταμείω (δην.) ͵ε, παντὸς ἔχοντος ἐξουσίαν προσ-
       ανγέλλειν ἐπὶ τοῖς ὡρισμένοις.
Search Help
Contact Us