[ ] Pisid. — Termessos (Güllük Dağı)
1 Κόκκαλος Τροκονδου, γρα(μματεὺς) δ(ήμου), νεωκόρος θεᾶς Δήμητρος, τὴν σωμα-
  τοθήκην ἑαυτῶ καὶ τῆ γυναικὶ αὐτοῦ Αρμαστα Κενδεου
                  καὶ τῶ προενει-
                  μένω αὐτοῦ πα-
5                   τρὶ Τρο(κονδα) Κοκκάλου·
                  ἄλλω δὲ οὐκ ἐξέσ-
                  ται ἐπιθάψαι τινά,
                  ἐπεὶ ἐκτείσει τῶ ἱε-
                  ρωτάτω ταμείω (δην.) ͵α.
10     καὶ τῆ
    δευτέ-
    ρα γυνε-
    κὶ Αὐ(ρηλία) Κα-
    λιτύχη
15    Ἑρ(μαίου) καὶ
    τοῖς ἐκ-
    ξ αὐτῆς
          τέ-
    κνο<ι>ς Τρο-
20     κονδα
καὶ Κοκκα-
   λω.
Search Help
Contact Us