[ ] Pisid. — Termessos (Güllük Dağı)
1 Τι(βερίω) Κλ(αυδίω) Ζηνοδοτιανῶ Μολιανῶ, υἱῶ Τι(βερίου) Κλ(αυδίου) Φλώρου, Αὐρηλία Κίλλη Ζηνοδότου,
                          ἡ μήτηρ, τὴν σωματοθήκην·
                             οὐδενὶ δὲ ἐξέσται
                             τρ̣όπω οὐδενὶ οὐδὲ πα-
5                              ρευρέσει οὐδεμιᾶ ἀνῦ-
                             ξαι ἢ ἐπενθεῖναί τινα,
                             ἐπεὶ ὁ τούτων τι ποι-
                             ήσας ἐκτείσει τῶ ἱερω-
                             τάτω ταμείω (δην.) ͵ε καὶ Διὶ
10                              Σολυμεῖ (δην.) ͵ε, παντὸς ἔχον-
          τος ἐ̣ξ̣ουσίαν ἐκδικεῖν ἐπὶ τῶ ἡμίσει, καὶ οὐδὲν ἧσσον ἔσται ὑπεύθυνος τῆ
                       εἰς τοὺς κατοιχομένους ἀσεβεία.
Search Help
Contact Us