[ ] Pisid. — Termessos (Güllük Dağı)
1 σοὶ κα̣ὶ ἐμοὶ τ̣όδε δῶ̣μα̣, γυναικῶν δεῖα̣ Σευή̣ρα,
    μοῖρ’ ἀδα̣μα̣ντείης ἔργον ἔθηκε χερός.
σε̣ῖο δ’ ἐ̣γὼ κα̣ὶ τῆδε πόσις κεκλημένος εἴην,
    κά̣νδιδος, Ἑ̣λλή̣ν̣ων οὐχ ὁ π̣α̣ρεργότατος.
5 αἲ γὰρ ἐμοί, φίλ’ ἄ̣νερ τόδ, ἐπ’ ἀ̣θά̣να̣τοι τελέσα̣ιεν·
    οὕτω κεν θανά̣του λησα̣μένη κρυεροῦ
κείμην ἐν λέκτρω, σὺ δὲ νήδυμον ἀμφί με πῆχυν
    αἰὲν ἔχοις, εἶμεν δ’ ἀ̣θά̣να̣τοι νεκύων.
Search Help